Header Ads

«Να μη ντρεπόμαστε τα σύμβολα της σωτηρίας μας»



 Ἁγίου Ιωάννου Χρυσοστόμου,  Λόγος εἰς τήν προσκύνησιν τοῦ ζωοποιοῦ σταυροῦ  [PG 52, 838]


Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις͵ μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν͵ δι΄ οὗ ζῶμεν καὶ ἐσμὲν͵ ἀποκρουσώμεθα͵ τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ͵ ἀλλ΄ ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ͵ τουτέστι τῶν παθῶν τὴν νέκρωσιν.


Καὶ γὰρ πάντα δι΄ αὐτοῦ τελεῖται τὰ καθ΄ ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ͵ σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν͵ κἂν χειροτονηθῆναι͵ κἂν ὁτιοῦν ἕτερον ποιῆσαι͵ πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται.


Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας͵ καὶ ἐπὶ τῶν τοίχων͵ καὶ ἐπὶ τῶν θυρίδων͵ καὶ ἐπὶ τῶν μετώπων͵ καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς.


Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς͵ καὶ τῆς ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον. Διὰ τοῦτο σφραγὶς κέκληται͵ ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας͵ ὅσας ἂν λάβωμεν͵ τούτῳ͵ καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ͵ σφραγίζομεν͵ καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν.


Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν͵ κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα͵ μετὰ τὸ μυρία ἐπεύξασθαι͵ καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν͵ τούτῳ σφραγίζομεν͵ ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται.


Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον͵ ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου͵ καὶ αὐτὸν τὸν διάβολον κατέβαλε͵ τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ.


Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται͵ οἵα τις ῥομφαία καὶ μάστιξ βασιλικὴ͵ βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν͵ καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται͵ ὥσπερ τινὲς δορυφόροι͵ προθέντες τὴν βασιλικὴν μάστιγα͵ διὰ ταύτης —


Πηγή: Απλά και Ορθόδοξα


Εικόνα: «Ο Χριστός και ο Άγγελος», έργο του Ary Scheffer από: wikimedia.commons


Αγιοι Πατερες




Source link


Από την σελίδα oikohouse.wordpress.com

Δεν υπάρχουν σχόλια

Από το Blogger.